This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[147]
καίτοι τί τοσοῦτον ἐκεῖνος ὕβρισεν, ἡλίκον οὗτος νῦν ἐξελήλεγκται; Ταυρέαν ἐπάταξε χορηγοῦντ᾽ ἐπὶ κόρρης. ἔστω ταῦτα, ἀλλὰ χορηγῶν γε χορηγοῦντα τοῦτ᾽ ἐποίησεν, οὔπω τόνδε τὸν νόμον παραβαίνων: οὐ γὰρ ἔκειτό πω. εἷρξεν Ἀγάθαρχον τὸν γραφέα: καὶ γὰρ ταῦτα λέγουσιν. λαβὼν γέ τι πλημμελοῦνθ᾽ ὥς φασιν: ὅπερ οὐδ᾽ ὀνειδίζειν ἄξιον. τοὺς Ἑρμᾶς περιέκοπτεν. ἅπαντα μέν, οἶμαι, τἀσεβήματα τῆς αὐτῆς ὀργῆς δίκαιον ἀξιοῦν: τὸ δ᾽ ὅλως ἀφανίζειν ἱερὰ ἔσθ᾽ ὅ τι τοῦ κόπτειν τοὺς Ἑρμᾶς διαφέρει: οὐκοῦν οὗτος ἐξελήλεγκται τοῦτο ποιῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.