This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[103]
ὅτι μὲν δὴ λιποταξίου γραφὴν κατεσκεύασεν κατ᾽ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσοντ᾽ ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. καὶ γὰρ οὔτ᾽ ἀνεκρίνατο ταύτην ὁ συκοφάντης ἐκεῖνος, οὔθ᾽ οὗτος οὐδενὸς εἵνεκ᾽ αὐτὸν ἐμισθώσατο πλὴν ἵν᾽ ἐκκέοιτο πρὸ τῶν ἐπωνύμων καὶ πάντες ὁρῷεν ‘Εὐκτήμων Λουσιεὺς ἐγράψατο Δημοσθένην Παιανιέα λιποταξίου:’ καί μοι δοκεῖ κἂν προσγράψαι τοῦθ᾽ ἡδέως, εἴ πως ἐνῆν, ὅτι Μειδίου μισθωσαμένου γέγραπται. ἀλλ᾽ ἐῶ τοῦτο: ἐφ᾽ ᾗ γὰρ ἐκεῖνος ἠτίμωκεν αὑτὸν οὐκ ἐπεξελθών, οὐδεμιᾶς ἔγωγ᾽ ἔτι προσδέομαι δίκης, ἀλλ᾽ ἱκανὴν ἔχω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.