Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[50]
οὐκοῦν, ἄνδρες Ἀθηναῖοι, μενόντων μὲν ὑμῶν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς δ᾽ ἄλλου παρόντος τῶν Ἀμφικτυόνων πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημότατ᾽ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι (ποίοις; οὐ γὰρ ἦσαν αὐτόθι πλὴν Θηβαῖοι καὶ Θετταλοί), ἀλλ᾽ οὐ ‘συγκαλέσαι δὲ τοὺς Ἀμφικτύονας,’ οὐδ᾽ ‘ἐπισχεῖν ἕως ἂν συλλεγῶσιν,’ οὐδὲ ‘βοηθεῖν Πρόξενον εἰς Φωκέας,’ οὐδ᾽ ‘ἐξιέναι Ἀθηναίους,’ οὐδὲ τοιοῦτ᾽ οὐδέν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.