Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
ἀλλὰ τοῦτον—ἐκ τούτων οὖν τεκμαιρόμενος, ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δ᾽ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος (καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε) ὅτι ταῦτ᾽ οὔτ᾽ οἶδ᾽ οὔτε κοινωνῶ, προσέθηκα δ᾽ ὡς οὐδὲ προσδοκῶ. τραχέως δ᾽ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, ‘καὶ ὅπως γ᾽, ὦ ἄνδρες Ἀθηναῖοι,’ ἔφην, ‘ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή: καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε: ἐγὼ δ᾽ ἀφίσταμαι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.