Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[324]
ἀλλὰ καὶ πιστεῦσαι Φωκέας ἔδει Φιλίππῳ καὶ ἑκόντας ἑαυτοὺς ἐνδοῦναι, ἵνα μηδεὶς χρόνος ἐγγένηται τοῖς πράγμασι μηδ᾽ ἐναντίον ἔλθῃ ψήφισμα παρ᾽ ὑμῶν μηδέν. οὐκοῦν ὡς μὲν οἱ Φωκεῖς σωθήσονται, παρὰ τῶν Ἀθηναίων πρέσβεων ἀπαγγελθήσεται, ὥστε καὶ εἴ τις ἐμοὶ διαπιστεῖ, τούτοις πιστεύσας αὑτὸν ἐγχειριεῖ: τοὺς δ᾽ Ἀθηναίους αὐτοὺς μεταπεμψόμεθ᾽ ἡμεῖς, ἵνα πάνθ᾽, ὅσ᾽ ἂν βούλωνται, νομίσαντες ὑπάρχειν σφίσι μηδὲν ἐναντίον ψηφίσωνται: οὗτοι δὲ τοιαῦτ᾽ ἀπαγγελοῦσι παρ᾽ ἡμῶν καὶ ὑποσχήσονται ἐξ ὧν μηδ᾽ ἂν ὁτιοῦν ᾖ κινηθήσονται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.