Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[283]
οὐκ ἀναμνησθήσεσθ᾽ ὧν κατηγορῶν ἔλεγεν Τιμάρχου, ὡς οὐδέν ἐστ᾽ ὄφελος πόλεως ἥτις μὴ νεῦρ᾽ ἐπὶ τοὺς ἀδικοῦντας ἔχει, οὐδὲ πολιτείας ἐν ᾗ συγγνώμη καὶ παραγγελία τῶν νόμων μεῖζον ἰσχύουσιν: οὐδ᾽ ἐλεεῖν ὑμᾶς οὔτε τὴν μητέρα δεῖν τὴν Τιμάρχου, γραῦν γυναῖκα, οὔτε τὰ παιδί᾽ οὔτ᾽ ἄλλον οὐδένα, ἀλλ᾽ ἐκεῖν᾽ ὁρᾶν, ὅτι, εἰ προήσεσθε τὰ τῶν νόμων καὶ τῆς πολιτείας, οὐχ εὑρήσετε τοὺς ὑμᾶς αὐτοὺς ἐλεήσοντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.