Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[265]
ἐπειδὴ δὲ δωροδοκεῖν ἤρξαντό τινες, καὶ δι᾽ ἀβελτερίαν οἱ πολλοί, μᾶλλον δὲ διὰ δυστυχίαν, τούτους πιστοτέρους ἡγήσαντο τῶν ὑπὲρ αὑτῶν λεγόντων, καὶ Λασθένης μὲν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις, Εὐθυκράτης δὲ βοῦς ἔτρεφεν πολλὰς τιμὴν οὐδενὶ δούς, ἕτερος δέ τις ἧκεν ἔχων πρόβατα, ἄλλος δέ τις ἵππους, οἱ δὲ πολλοί, καὶ καθ᾽ ὧν ταῦτ᾽ ἐγίγνετο, οὐχ ὅπως ὠργίζοντο ἢ κολάζειν ἠξίουν τοὺς ταῦτα ποιοῦντας, ἀλλ᾽ ἀπέβλεπον, ἐζήλουν, ἐτίμων, ἄνδρας ἡγοῦντο:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.