Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[221]
ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτ᾽, ὦ ἄνδρες δικασταί, τίνος εἵνεκ᾽ ἐγὼ μηδὲν ἠδικηκότων τούτων κατηγορεῖν ἂν προειλόμην. οὐ γὰρ εὑρήσετε. ἡδὺ πολλοὺς ἐχθροὺς ἔχειν; οὐδέ γ᾽ ἀσφαλές. ἀλλ᾽ ὑπῆρχέ μοι πρὸς τοῦτον ἀπέχθειά τις; οὐδεμία. τί οὖν; ‘ἐφοβοῦ περὶ σαυτοῦ, καὶ διὰ δειλίαν ταύτην ἡγήσω σωτηρίαν:’ καὶ γὰρ ταῦτ᾽ ἀκήκο᾽ αὐτὸν λέγειν. καίτοι μηδενός γ᾽ ὄντος, Αἰσχίνη, δεινοῦ μηδ᾽ ἀδικήματος, ὡς σὺ φῄς, εἰ γὰρ αὖ ταῦτ᾽ ἐρεῖ, σκοπεῖτ᾽, ἄνδρες δικασταί, εἰ ἐφ᾽ οἷς ὁ μηδ᾽ ὁτιοῦν ἀδικῶν ἐφοβούμην ἐγὼ μὴ διὰ τούτους ἀπόλωμαι, τί τούτους προσήκει παθεῖν τοὺς αὐτοὺς ἠδικηκότας; ἀλλ᾽ οὐ διὰ ταῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.