Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[216]
ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς, ἀλλ᾽ ἀφ᾽ ὧν ἴστ᾽ αὐτοὶ τὰ πράγματα κρῖναι, μὴ τοῖς ἐμοῖς λόγοις μηδὲ τοῖς τούτου προσέχειν, μηδέ γε τοῖς μάρτυσιν, οὓς οὗτος ἑτοίμους ἕξει μαρτυρεῖν ὁτιοῦν, Φιλίππῳ χορηγῷ χρώμενος: ὄψεσθε δ᾽ ὡς ἑτοίμως αὐτῷ μαρτυρήσουσιν: μηδέ γ᾽ εἰ καλὸν καὶ μέγ᾽ οὗτος φθέγξεται, μηδ᾽ εἰ φαῦλον ἐγώ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.