Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[178]
ἐπέδειξ᾽ αἴτιον γεγενημένον τοῦ μὴ 'θέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθῆ ταῖς ὑποσχέσεσιν καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας τότε, πάντα τἀναντία συμβουλεύσαντ᾽ ἢ ἔδει, καὶ τῇ μὲν τῶν συμμάχων ἀντειπόντ᾽ εἰρήνῃ, τῇ δὲ Φιλοκράτους συνηγορήσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδ᾽ εἰ βούλοισθε δύναισθ᾽ ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλ᾽ ἐπὶ τῆς ἀποδημίας πολλὰ καὶ δείν᾽ εἰργασμένον, προδεδωκότα πάντα, πεπρακότα, δῶρ᾽ ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦθ᾽ ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτ᾽ ἐπέδειξα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.