Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[174]
φέρε δή, τί τούτῳ πέπρακται παρὰ ταῦτα καὶ τί τῷ Φιλοκράτει θεάσασθε: παρ᾽ ἄλληλα γὰρ ἔσται φανερώτερα. πρῶτον μὲν τοίνυν Φωκέας ἐκσπόνδους καὶ Ἁλέας ἀπέφηναν καὶ Κερσοβλέπτην παρὰ τὸ ψήφισμα καὶ τὰ πρὸς ὑμᾶς εἰρημένα: εἶτα τὸ ψήφισμ᾽ ἐπεχείρησαν κινεῖν καὶ μεταίρειν, ἐφ᾽ ᾧ πρεσβεύοντες ἥκομεν: εἶτα Καρδιανοὺς Φιλίππῳ συμμάχους ἐνέγραψαν καὶ τὴν μὲν γραφεῖσαν ἐπιστολὴν ὑπ᾽ ἐμοῦ πρὸς ὑμᾶς ἀπεψηφίσαντο μὴ πέμπειν, αὐτοὶ δ᾽ οὐδ᾽ ὁτιοῦν ὑγιὲς γράψαντες ἔπεμψαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.