Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[172]
δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας: ἰδίᾳ δ᾽, ἐξομοσάμενον, οὐ πάνυ καλὸν οὐδ᾽ ἀσφαλὲς ἦν ἐκεῖσε πλανᾶσθαι: ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶ προώλης, εἰ προσλαβών γ᾽ ἂν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα. σημεῖον δέ: ἐπὶ γὰρ τὴν τρίτην πρεσβείαν δίς με χειροτονησάντων ὑμῶν δὶς ἐξωμοσάμην. καὶ παρὰ ταύτην τὴν ἀποδημίαν πάντα τἀναντί᾽ ἔπραττον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.