Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[126]
—ἐπειδὴ ταῦτ᾽ ἦν καὶ τοιαύτη ταραχὴ καὶ τοιοῦτος θόρυβος περιειστήκει τὴν πόλιν, τηνικαῦθ᾽ ὁ σοφὸς καὶ δεινὸς οὗτος καὶ εὔφωνος, οὔτε βουλῆς οὔτε δήμου χειροτονήσαντος αὐτόν, ᾤχετο πρεσβεύων ὡς τὸν ταῦτα πεποιηκότα, οὔτε τὴν ἀρρωστίαν ἐφ᾽ ᾗ τότ᾽ ἐξωμόσαθ᾽ ὑπολογισάμενος, οὔθ᾽ ὅτι πρεσβευτὴς ἄλλος ᾕρητ᾽ ἀνθ᾽ αὑτοῦ, οὔθ᾽ ὅτι τῶν τοιούτων ὁ νόμος θάνατον τὴν ζημίαν εἶναι κελεύει,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.