Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[117]
ἵν᾽ οὖν μήτ᾽ ἀφῶ μήτ᾽ αἰτιάσωμαι μηδέν᾽, ἔφην, ἐγώ, ἀλλὰ τὸ πρᾶγμ᾽ αὐτὸ τοὺς μὲν αἰτίους εὕρῃ, τοὺς δὲ μὴ μετεσχηκότας ἀφῇ, ἀναστὰς ὁ βουλόμενος καὶ παρελθὼν εἰς ὑμᾶς ἀποφηνάσθω μὴ μετέχειν μηδ᾽ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους πεπραγμένα. καὶ τὸν τοῦτο ποιήσαντ᾽ ἀφίημ᾽ ἔγωγ᾽, ἔφην. ταῦτα μνημονεύεθ᾽, ὡς ἐγᾦμαι. οὐ τοίνυν παρῆλθεν οὐδεὶς οὐδ᾽ ἔδειξεν ἑαυτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.