Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
σκοπεῖτε δέ: καὶ γὰρ εἰ παρελήλυθ᾽ ὁ τῶν πραγμάτων καιρός, ὁ τοῦ γ᾽ εἰδέναι τὰ τοιαῦτα καιρὸς ἀεὶ πάρεστι τοῖς εὖ φρονοῦσι. μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο, ἕως προὔδωκεν Ὄλυνθον: μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας: μέχρι τούτου Εὔδικος καὶ Σῖμος ὁ Λαρισαῖος, ἕως Θετταλίαν ὑπὸ Φιλίππῳ ἐποίησαν. εἶτ᾽ ἐλαυνομένων καὶ ὑβριζομένων καὶ τί κακὸν οὐχὶ πασχόντων πᾶσ᾽ ἡ οἰκουμένη μεστὴ γέγονεν. τί δ᾽ Ἀρίστρατος ἐν Σικυῶνι, καὶ τί Πέριλλος ἐν Μεγάροις; οὐκ ἀπερριμμένοι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.