Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[122]
ἔπειτα τοιαῦτα ποιῶν λέγεις πόσα δεῖ προσεῖναι τῷ δημοτικῷ, ὥσπερ ἀνδριάντ᾽ ἐκδεδωκὼς κατὰ συγγραφήν, εἶτ᾽ οὐκ ἔχονθ᾽ ἃ προσῆκεν ἐκ τῆς συγγραφῆς κομιζόμενος, ἢ λόγῳ τοὺς δημοτικούς, ἀλλ᾽ οὐ τοῖς πράγμασι καὶ τοῖς πολιτεύμασιν γιγνωσκομένους. καὶ βοᾷς ῥητὰ καὶ ἄρρητ᾽ ὀνομάζων, ὥσπερ ἐξ ἁμάξης, ἃ σοὶ καὶ τῷ σῷ γένει πρόσεστιν, οὐκ ἐμοί. καίτοι καὶ τοῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.