Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ἐγὼ δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω τὸν μὲν πόλεμον τὸν πρὸς βασιλέα χαλεπὸν τῇ πόλει, τὸν δ᾽ ἀγῶνα τὸν ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν συμβῆναι. διὰ τί; ὅτι τοὺς μὲν πολέμους ἅπαντας ἀναγκαίως ἡγοῦμαι τριήρων καὶ χρημάτων καὶ τόπων δεῖσθαι, ταῦτα δὲ πάντ᾽ ἀφθονώτερ᾽ ἐκεῖνον ἔχονθ᾽ ἡμῶν εὑρίσκω: τοὺς δ᾽ ἀγῶνας οὐδενὸς οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς ἀνδρῶν ἀγαθῶν, τούτους δ᾽ ἡμῖν καὶ τοῖς μεθ᾽ ἡμῶν κινδυνεύουσι πλείους ὑπάρχειν νομίζω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.