Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[51]
γνοίητε δ᾽ ἄν, εἰ σκέψαισθ᾽ ἐκείνως. πότε μάλιστ᾽ ἐν ταραχῇ τὰ τῶν Ἑλλήνων γέγονε πράγματα; οὐδένα γὰρ χρόνον ἄλλον ἢ τὸν νυνὶ παρόντ᾽ οὐδ᾽ ἂν εἷς εἴποι. τὸν μὲν γὰρ ἄλλον ἅπαντ᾽ εἰς δύο ταῦτα διῄρητο τὰ τῶν Ἑλλήνων, Λακεδαιμονίους καὶ ἡμᾶς, τῶν δ᾽ ἄλλων Ἑλλήνων οἱ μὲν ἡμῖν, οἱ δ᾽ ἐκείνοις ὑπήκουον. βασιλεὺς δὲ καθ᾽ αὑτὸν μὲν ὁμοίως ἅπασιν ἄπιστος ἦν, τοὺς δὲ κρατουμένους τῷ πολέμῳ προσλαμβάνων, ἄχρι οὗ τοῖς ἑτέροις ἐξ ἴσου ποιήσαι, διεπιστεύετο, ἔπειτ᾽ οὐχ ἧττον αὐτὸν ἐμίσουν οὓς σώσειε τῶν ὑπαρχόντων ἐχθρῶν ἐξ ἀρχῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.