Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
ταῦτ᾽ ἀπιστίαν, ταῦτ᾽ ὀργὴν ἔχει. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δικαίως ἀλλήλοις τῆς πολιτείας κοινωνεῖν, τοὺς μὲν εὐπόρους εἰς μὲν τὸν βίον τὰ ἑαυτῶν ἀσφαλῶς ἔχειν νομίζοντας καὶ ὑπὲρ τούτων μὴ δεδοικότας, εἰς δὲ τοὺς κινδύνους κοινὰ ὑπὲρ τῆς σωτηρίας τὰ ὄντα τῇ πατρίδι παρέχοντας, τοὺς δὲ λοιποὺς τὰ μὲν κοινὰ κοινὰ νομίζοντας καὶ μετέχοντας τὸ μέρος, τὰ δ᾽ ἑκάστου ἴδια τοῦ κεκτημένου. οὕτω καὶ μικρὰ μεγάλη πόλις γίγνεται καὶ μεγάλη σῴζεται. ὡς μὲν οὖν εἴποι τις ἄν, ἃ παρ᾽ ἑκατέρων εἶναι δεῖ, ταῦτ᾽ ἴσως ἐστίν: ὡς δὲ καὶ γένοιτ᾽ ἄν, ἐν νόμῳ διορθώσασθαι δεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.