Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[45]
καὶ ταύτην τὴν ἐπιστολήν τινες εὖ ἔφασαν γεγράφθαι, οἳ πολὺ ἂν δικαιότερον ὑφ᾽ ὑμῶν ἢ Φίλιππος μισοῖντο. ἐκεῖνος μέν γ᾽ ἑαυτῷ κτώμενος δόξαν καὶ μεγάλ᾽ ἀγαθὰ ἅπαντα καθ᾽ ὑμῶν πράττει: ὅσοι δ᾽ Ἀθηναῖοι ὄντες μὴ τῇ πατρίδι, ἀλλὰ Φιλίππῳ εὔνοιαν ἐνδείκνυνται, προσήκει αὐτοὺς ὑφ᾽ ὑμῶν κακοὺς κακῶς ἀπολωλέναι, εἴπερ ὑμεῖς τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.