previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ᾽ ἔολπα τοκήων
ἔμμεναι, ἀλλ᾽ ἀγαθῶν: ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
215καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι: ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
νῦν δ᾽, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τ᾽ ἐμοί περ.
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
220ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι: τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.


τὴν δ᾽ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ:


225καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν:
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
οὔτ᾽ ἄρ᾽ ἐπηλυσίη δηλήσεται οὔθ᾽ ὑποτάμνον:
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
230οἶδα δ᾽ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.


ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
χείρεσσ᾽ ἀθανάτῃσι: γεγήθει δὲ φρένα μήτηρ.
ὣς μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
Δημοφόωνθ᾽, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
235ἔτρεφεν ἐν μεγάροις: δ᾽ ἀέξετο δαίμονι ἶσος,
οὔτ᾽ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς
ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ
χρίεσκ᾽ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα:
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
240λάθρα φίλων γονέων: τοῖς δὲ μέγα θαῦμ᾽ ἐτέτυκτο,
ὡς προθαλὴς τελέθεσκε: θεοῖσι γὰρ ἄντα ἐῴκει.
καί κέν μιν ποίησεν ἀγήρων τ᾽ ἀθάνατόν τε,
εἰ μὴ ἄρ᾽ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
νύκτ᾽ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
245σκέψατο: κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
δείσασ᾽ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Thomas W. Allen, E. E. Sikes, 1904)
load focus English (Hugh G. Evelyn-White)
hide References (1 total)
  • Commentary references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: