previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοκτήτης

χεῖρες, οἷα πάσχετ᾽ ἐν χρείᾳ φίλης
1005νευρᾶς, ὑπ᾽ ἀνδρὸς τοῦδε συνθηρώμεναι.
μηδὲν ὑγιὲς μηδ᾽ ἐλεύθερον φρονῶν,
οἷ᾽ αὖ μ᾽ ὑπῆλθες, ὥς μ᾽ ἐθηράσω, λαβὼν
πρόβλημα σαυτοῦ παῖδα τόνδ᾽ ἀγνῶτ᾽ ἐμοί,
ἀνάξιον μὲν σοῦ, κατάξιον δ᾽ ἐμοῦ,
1010ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν,
δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων
οἷς τ᾽ αὐτὸς ἐξήμαρτεν οἷς τ᾽ ἐγὼ 'παθον.
ἀλλ᾽ κακὴ σὴ διὰ μυχῶν βλέπουσ᾽ ἀεὶ
ψυχή νιν ἀφυῆ τ᾽ ὄντα κοὐ θέλονθ᾽ ὅμως
1015εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.
καὶ νῦν ἔμ᾽, δύστηνε, συνδήσας νοεῖς
ἄγειν ἀπ᾽ ἀκτῆς τῆσδ᾽, ἐν με προυβάλου
ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ.
ὄλοιο: καί σοι πολλάκις τόδ᾽ ηὐξάμην.
1020ἀλλ᾽ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι,
σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δ᾽ ἀλγύνομαι
τοῦτ᾽ αὔθ᾽, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,
γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως
διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ᾽ ὑπηρετεῖς.
1025καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς
ἔπλεις ἅμ᾽ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον,
ἑκόντα πλεύσανθ᾽ ἑπτὰ ναυσὶ ναυβάτην,
ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.
καὶ νῦν τί μ᾽ ἄγετε; τί μ᾽ ἀπάγεσθε; τοῦ χάριν;
1030ὃς οὐδέν εἰμι καὶ τέθνηχ᾽ ὑμῖν πάλαι.
πῶς, θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι
χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθ᾽, ὁμοῦ
πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι;
αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.
1035κακῶς ὄλοισθ᾽: ὀλεῖσθε δ᾽ ἠδικηκότες
τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.
ἔξοιδα δ᾽ ὡς μέλει γ᾽: ἐπεὶ οὔποτ᾽ ἂν στόλον
ἐπλεύσατ᾽ ἂν τόνδ᾽ εἵνεκ᾽ ἀνδρὸς ἀθλίου,
εἰ μή τι κέντρον θεῖον ἦγ᾽ ὑμᾶς ἐμοῦ.
1040ἀλλ᾽, πατρῴα γῆ θεοί τ᾽ ἐπόψιοι,
τίσασθε τίσασθ᾽ ἀλλὰ τῷ χρόνῳ ποτὲ
ξύμπαντας αὐτούς, εἴ τι κἄμ᾽ οἰκτίρετε:
ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δ᾽ ἴδοιμ᾽ ὀλωλότας
τούτους, δοκοῖμ᾽ ἂν τῆς νόσου πεφευγέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Sir Richard Jebb, 1898)
load focus English (Robert Torrance)
hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1054
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1089
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: