Χορός
καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
ἄναξ: φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
Οἰδίπους
ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν:
620εἰ δ᾽ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
πεπραγμέν᾽ ἔσται, τἀμὰ δ᾽ ἡμαρτημένα.
Κρέων
τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;
Οἰδίπους
ἥκιστα: θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.
Κρέων
625ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;
Οἰδίπους
*
Κρέων
οὐ γὰρ φρονοῦντά σ᾽ εὖ βλέπω.
Οἰδίπους
τὸ γοῦν ἐμόν.
Κρέων
ἀλλ᾽ ἐξ ἴσου δεῖ κἀμόν.
Οἰδίπους
ἀλλ᾽ ἔφυς κακός.
Κρέων
εἰ δὲ ξυνίης μηδέν;
Οἰδίπους
ἀρκτέον γ᾽ ὅμως.
Κρέων
οὔτοι κακῶς γ᾽ ἄρχοντος.
Οἰδίπους
ὦ πόλις πόλις.
Κρέων
630κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ.
Χορός
παύσασθ᾽, ἄνακτες: καιρίαν δ᾽ ὑμῖν ὁρῶ
τήνδ᾽ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ᾽ ἧς
τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.