previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

300 πάντα νωμῶν Τειρεσία, διδακτά τε
ἄρρητά τ᾽, οὐράνιά τε καὶ χθονοστιβῆ,
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ᾽ ὅμως
οἵᾳ νόσῳ σύνεστιν: ἧς σὲ προστάτην
σωτῆρά τ᾽, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
305Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,
πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ
κτείναιμεν γῆς φυγάδας ἐκπεμψαίμεθα.
310σύ νυν φθονήσας μήτ᾽ ἀπ᾽ οἰωνῶν φάτιν
μήτ᾽ εἴ τιν᾽ ἄλλην μαντικῆς ἔχεις ὁδόν,
ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ᾽ ἐμέ,
ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.
ἐν σοὶ γὰρ ἐσμέν: ἄνδρα δ᾽ ὠφελεῖν ἀφ᾽ ὧν
315ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων.

Τειρεσίας

φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
λύῃ φρονοῦντι: ταῦτα γὰρ καλῶς ἐγὼ
εἰδὼς διώλεσ᾽: οὐ γὰρ ἂν δεῦρ᾽ ἱκόμην.

Οἰδίπους

τί δ᾽ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.

Τειρεσίας

320ἄφες μ᾽ ἐς οἴκους: ῥᾷστα γὰρ τὸ σόν τε σὺ
κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.

Οἰδίπους

οὔτ᾽ ἔννομ᾽ εἶπας οὔτε προσφιλῆ πόλει
τῇδ᾽, σ᾽ ἔθρεψε, τήνδ᾽ ἀποστερῶν φάτιν.

Τειρεσίας

ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ᾽ ἰὸν
325πρὸς καιρόν: ὡς οὖν μηδ᾽ ἐγὼ ταὐτὸν πάθω

Οἰδίπους

μὴ πρὸς θεῶν φρονῶν γ᾽ ἀποστραφῇς, ἐπεὶ
πάντες σε προσκυνοῦμεν οἵδ᾽ ἱκτήριοι.

Τειρεσίας

πάντες γὰρ οὐ φρονεῖτ᾽: ἐγὼ δ᾽ οὐ μή ποτε
τἄμ᾽, ὡς ἂν εἴπω μὴ τὰ σ᾽, ἐκφήνω κακά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb)
load focus English (Sir Richard Jebb, 1887)
hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1000
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: