Χορός
1285νῦν δ᾽ ἔσθ᾽ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ;
Ἐξάγγελος
βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα
τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
τὸν μητέρ᾽—αὐδῶν ἀνόσι᾽ οὐδὲ ῥητά μοι,
1290ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδ᾽ ἔτι
μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.
ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος
δεῖται: τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.
δείξει δὲ καὶ σοί: κλῇθρα γὰρ πυλῶν τάδε
1295διοίγεται: θέαμα δ᾽ εἰσόψει τάχα
τοιοῦτον οἷον καὶ στυγοῦντ᾽ ἐποικτίσαι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.