Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[95]
αἰσθάνομαι δὲ πάθος μοι συμβαῖνον ἐναντίον τοῖς ὀλίγῳ πρότερον εἰρημένοις: τότε μὲν γὰρ εἰς ἄγνοιαν καὶ πλάνον καὶ λήθην ἐνέπεσον, νῦν δ᾽ οἶδα σαφῶς ἐμαυτὸν οὐκ ἐμμένοντα τῇ πραότητι τῇ περὶ τὸν λόγον, ἣν εἶχον ὅτ᾽ ἠρχόμην γράφειν αὐτόν, ἀλλὰ λέγειν τ᾽ ἐπιχειροῦντα περὶ ὧν οὐκ ᾤμην ἐρεῖν, θρασύτερόν τε διακείμενον ἢ κατ᾽ ἐμαυτόν, ἀκρατῆ τε γιγνόμενον ἐνίων ὧν λέγω διὰ τὸ πλῆθος τῶν εἰπεῖν ἐπιρρεόντων.