Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[91]
οἷς οὐκ ἐξήρκεσε περὶ τὰς πόλεις ταύτας καὶ τοὺς ἄνδρας τοὺς τοιούτους ἐξαμαρτεῖν, ἀλλὰ καὶ περὶ τοὺς ἐκ τῶν αὐτῶν ὁρμηθέντας καὶ κοινὴν τὴν στρατείαν ποιησαμένους καὶ τῶν αὐτῶν κινδύνων μετασχόντας, λέγω δὲ περὶ Ἀργείων καὶ Μεσσηνίων. καὶ γὰρ τούτους ἐπεθύμησαν ταῖς αὐταῖς συμφοραῖς περιβαλεῖν αἷσπερ ἐκείνους: καὶ Μεσσηνίους μὲν πολιορκοῦντες οὐ πρότερον ἐπαύσαντο, πρὶν ἐξέβαλον ἐκ τῆς χώρας, Ἀργείοις δ᾽ ὑπὲρ τῶν αὐτῶν τούτων ἔτι καὶ νῦν πολεμοῦσιν. ἃ τοίνυν περὶ Πλαταιᾶς ἔπραξαν,