Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[90]
τοῦτο δ᾽ ἐποίουν ὑπολαβὼν οὐδενὸς ἔλαττον ἁμάρτημα τοῦτο δόξειν εἶναι τῶν τολμησάντων ἀναστάτους ποιῆσαι τὰς πόλεις τὰς γεννησάσας καὶ θρεψάσας τοιούτους ἄνδρας, περὶ ὧν καὶ νῦν ἔχοι τις ἂν πολλοῖς καὶ καλοῖς χρήσασθαι λόγοις. ἀλλὰ γὰρ ἴσως ἀνόητόν ἐστι περὶ μίαν πρᾶξιν διατρίβειν, ὥσπερ ἀπορίας οὔσης τί ἂν ἔχοι τις εἰπεῖν περὶ τῆς ὠμότητος καὶ χαλεπότητος τῆς Λακεδαιμονίων, ἀλλ᾽ οὐ πολλῆς ἀφθονίας ὑπαρχούσης.