Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[79]
οὐ μόνον δ᾽ ἐπὶ τούτοις ἄν τις ἐπαινέσειεν αὐτόν, ἀλλὰ καὶ ἐφ᾽ οἷς περὶ τὸν αὐτὸν χρόνον ἔπραξεν. εἰς τοῦτο γὰρ μεγαλοφροσύνης ἦλθεν, ὥστ᾽ οὐκ ἀπέχρησεν αὐτῷ λαβεῖν στρατιώτας τῶν ἰδιωτῶν ὁπόσους ἐξ ἑκάστης ἐβουλήθη τῆς πόλεως, ἀλλὰ τοὺς βασιλεῖς τοὺς ποιοῦντας ἐν ταῖς αὑτῶν ὅ τι βουληθεῖεν καὶ τοῖς ἄλλοις προστάττοντας, τούτους ἔπεισεν ὑφ᾽ αὑτῷ γενέσθαι, καὶ συνακολουθεῖν ἐφ᾽ οὓς ἂν ἡγῆται, καὶ ποιεῖν τὸ προσταττόμενον, καὶ βασιλικὸν βίον ἀφέντας στρατιωτικῶς ζῆν,