Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[77]
ταύτην δὲ λαβὼν τὴν δύναμιν οὐκ ἔστιν ἥν τινα τῶν Ἑλληνίδων πόλεων ἐλύπησεν, ἀλλ᾽ οὕτως ἦν πόρρω τοῦ περί τινας ἐξαμαρτεῖν, ὥστε παραλαβὼν τοὺς Ἕλληνας ἐν πολέμῳ καὶ ταραχαῖς καὶ πολλοῖς κακοῖς ὄντας τούτων μὲν αὐτοὺς ἀπήλλαξεν, εἰς ὁμόνοιαν δὲ καταστήσας τὰ μὲν περιττὰ τῶν ἔργων καὶ τερατώδη καὶ μηδὲν ὠφελοῦντα τοὺς ἄλλους ὑπερεῖδε, στρατόπεδον δὲ συστήσας ἐπὶ τοὺς βαρβάρους ἤγαγεν.