Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
καὶ ταύτας οὐ μετρίως ἀλλ᾽ ὑπερβαλλόντως: οὐδένα γὰρ εὑρήσομεν τῶν ἁπάντων οὔτ᾽ ἰδιωτέρας πράξεις μεταχειρισάμενον οὔτε καλλίους οὔτε μείζους οὔτε τοῖς Ἕλλησιν ὠφελιμωτέρας οὔτε πλειόνων ἐπαίνων ἀξίας. καὶ τούτοις οὕτω μὲν ἀπηριθμημένοις εἰκότως ἄν τινες ἀπιστήσειαν, μικρῶν δὲ περὶ ἑκάστου ῥηθέντων ἅπαντες ἂν ἀληθῆ με λέγειν ὁμολογήσειαν.