Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
μετὰ ταῦτα τοίνυν συνέβη κυρίαν ἑκατέραν γενέσθαι τῆς ἀρχῆς τῆς κατὰ θάλατταν, ἣν ὁπότεροι ἂν κατάσχωσιν, ὑπηκόους ἔχουσι τὰς πλείστας τῶν πόλεων. ὅλως μὲν οὖν οὐδετέραν ἐπαινῶ: πολλὰ γὰρ ἄν τις αὐταῖς ἐπιτιμήσειεν: οὐ μὴν ἀλλὰ καὶ περὶ τὴν ἐπιμέλειαν ταύτην οὐκ ἔλαττον αὐτῶν διηνέγκαμεν ἢ περὶ τὰς πράξεις τὰς ὀλίγῳ πρότερον εἰρημένας.