Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
ἀλλ᾽ ὅμως οὐδὲν μᾶλλον ἀποστατέον αὐτῶν ἐστιν, ἀλλ᾽ ἐπιτελεστέον, ἤν περ ἔτι ζῆν δυνηθῶμεν, ἄλλως τε καὶ πολλῶν με παροξυνόντων γράφειν αὐτόν, πρῶτον μὲν τῶν εἰθισμένων ἀσελγῶς κατηγορεῖν τῆς πόλεως ἡμῶν, ἔπειτα τῶν χαριέντως μὲν ἀπειροτέρως δὲ καὶ καταδεεστέρως ἐπαινούντων αὐτήν,