Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[253]
ἀλλὰ πῶς σὺ διείλεξαι περὶ αὐτῶν μαθεῖν βουλομένους. ταῦτ᾽ ἐνθυμουμένους καὶ διεξιόντας οὐδὲ τῶν παλαιῶν ἔργων ἀμνημονήσειν, δι᾽ ὧν ἐγκεκωμίακας τοὺς προγόνους αὐτῶν, ἀλλὰ καὶ πολλάκις διαλέξεσθαι πρὸς σφᾶς αὐτούς, πρῶτον μὲν ὅτι Δωριεῖς ὄντες, ἐπειδὴ κατεῖδον τὰς πόλεις τὰς ἑαυτῶν ἀδόξους καὶ μικρὰς καὶ πολλῶν ἐνδεεῖς οὔσας, ὑπεριδόντες ταύτας ἐστράτευσαν ἐπὶ τὰς ἐν Πελοποννήσῳ πρωτευούσας, ἐπ᾽ Ἄργος καὶ Λακεδαίμονα καὶ Μεσσήνην,