Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[244]
οὐ μὴν ἀλλὰ λοιδορεῖσθαι καὶ καταρᾶσθαι τοῖς τὰς τηλικαύτας ἔχουσι δυναστείας: οὐδένα δὲ τοιοῦτον εἶναι τὴν φύσιν ὅστις οὐκ ἂν εὔξαιτο τοῖς θεοῖς μάλιστα μὲν αὐτὸς τυχεῖν τῆς ἐξουσίας ταύτης, εἰ δὲ μή, τοὺς οἰκειοτάτους: ᾧ καὶ φανερόν ἐστιν ὅτι μέγιστον τῶν ἀγαθῶν ἅπαντες εἶναι νομίζομεν τὸ πλέον ἔχειν τῶν ἄλλων.“τὴν μὲν οὖν περιβολὴν τοῦ λόγου δοκεῖς μοι ποιήσασθαι μετὰ τοιαύτης διανοίας.