Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[242]
ἔστι δ᾽ οὓς καὶ ἐπαινεῖν αὐτοὺς καὶ θαυμάζειν, καὶ τολμᾶν λέγειν ὡς ἀγαθὰ μείζω τυγχάνουσιν ἔχοντες τῶν τοῖς προγόνοις τοῖς σοῖς προσόντων: τήν τε γὰρ ὑπεροψίαν σεμνότητος μετέχειν, εὐδοκίμου πράγματος, καὶ δοκεῖν ἅπασι μεγαλοφρονεστέρους εἶναι τοὺς τοιούτους ἢ τοὺς τῆς ἰσότητος προεστῶτας, τούς τε πολεμικοὺς πολὺ διαφέρειν τῶν εἰρηνικῶν: τοὺς μὲν γὰρ οὔτε κτητικοὺς εἶναι τῶν οὐκ ὄντων οὔτε φύλακας δεινοὺς τῶν ὑπαρχόντων, τοὺς δ᾽ ἀμφότερα δύνασθαι, καὶ λαμβάνειν ὧν ἂν ἐπιθυμῶσι καὶ σώζειν ἅπερ ἂν ἅπαξ κατάσχωσιν: ἃ ποιοῦσιν οἱ τέλειοι δοκοῦντες εἶναι τῶν ἀνδρῶν.