Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[241]
οἷός περ ὁ λόγος ὁ διαναγνωσθείς ἐστιν, ἐν ᾧ πεποίηκας τοὺς μὲν σοὺς προγόνους εἰρηνικοὺς καὶ φιλέλληνας καὶ τῆς ἰσότητος τῆς ἐν ταῖς πολιτείαις ἡγεμόνας, Σπαρτιάτας δ᾽ ὑπεροπτικοὺς καὶ πολεμικοὺς καὶ πλεονέκτας, οἵους περ αὐτοὺς εἶναι πάντες ὑπειλήφασιν.“τοιαύτην δ᾽ ἑκατέρων ἐχόντων τὴν φύσιν, τοὺς μὲν ὑπὸ πάντων ἐπαινεῖσθαι καὶ δοκεῖν εὔνους εἶναι τῷ πλήθει, τοῖς δὲ τοὺς μὲν πολλοὺς φθονεῖν καὶ δυσμενῶς ἔχειν,