Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[234]
ἁπάντων δὲ τούτων ἐπιτετελεσμένων οἱ μὲν ἄλλοι διελέγοντο πρὸς σφᾶς αὐτούς, δῆλον ὅτι περὶ τῶν ἀναγνωσθέντων: ὃν δ᾽ ἐξ ἀρχῆς μετεπεμψάμεθα σύμβουλον, τὸν Λακεδαιμονίων ἐπαινέτην, πρὸς ὃν πλείω διελέχθην τοῦ δέοντος, σιωπὴν ποιησάμενος καὶ πρὸς ἐμὲ βλέψας ἀπορεῖν ἔφασκεν ὅ τι χρήσηται τοῖς παροῦσιν: οὔτε γὰρ ἀπιστεῖν βούλεσθαι τοῖς ὑπ᾽ ἐμοῦ λεγομένοις, οὔτε πιστεύειν δύνασθαι παντάπασιν αὐτοῖς.