Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[232]
ἐπὶ δὲ τοῖς περὶ Λακεδαιμονίων ἐλυπήθην καὶ βαρέως ἔφερον: οὐ γὰρ μετρίως ἐδόκουν μοι διειλέχθαι περὶ αὐτῶν οὐδ᾽ ὁμοίως τοῖς ἄλλοις, ἀλλ᾽ ὀλιγώρως καὶ λίαν πικρῶς καὶ παντάπασιν ἀνοήτως: ὥστε πολλάκις ὁρμήσας ἐξαλείφειν αὐτὸν ἢ κατακάειν μετεγίγνωσκον, ἐλεῶν τὸ γῆρας τοὐμαυτοῦ καὶ τὸν πόνον τὸν περὶ τὸν λόγον γεγενημένον.