Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[218]
ταῦτα δ᾽ αὐτοῦ διαλεχθέντος ἀπεδεξάμην μέν, οὐχ ὡς διαλυόμενόν τι τῶν κατηγορημένων, ἀλλ᾽ ὡς ἀποκρυπτόμενον τὸ πικρότατον τῶν τότε ῥηθέντων οὐκ ἀπαιδεύτως ἀλλὰ νοῦν ἐχόντως, καὶ περὶ τῶν ἄλλων ἀπολελογημένον σωφρονέστερον ἢ τότε παρρησιασάμενον: οὐ μὴν ἀλλ᾽ ἐκεῖν᾽ ἐάσας περὶ αὐτῶν τούτων ἔφασκον κατηγορίαν ἔχειν πολὺ δεινοτέραν ἢ περὶ τῆς τῶν παίδων κλωπείας.