Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[201]
ἐλθὼν δ᾽ ὁ κληθεὶς καὶ διαναγνοὺς τὸν λόγον (τὰ γὰρ μεταξὺ τί δεῖ λέγοντα διατρίβειν;), ἐδυσχέρανε μὲν ἐπ᾽ οὐδενὶ τῶν γεγραμμένων, ἐπῄνεσε δ᾽ ὡς δυνατὸν μάλιστα, καὶ διελέχθη περὶ ἑκάστου τῶν μερῶν παραπλησίως οἷς ἡμεῖς ἐγιγνώσκομεν: οὐ μὴν ἀλλὰ φανερὸς ἦν οὐχ ἡδέως ἔχων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις.