Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[194]
Πελοποννήσιοι δὲ μετ᾽ Εὐρυσθέως, ὃς Ἡρακλεῖ μὲν οὐκ ἔδωκε δίκην ὧν ἡμάρτανεν εἰς αὐτόν, στρατεύσας δ᾽ ἐπὶ τοὺς ἡμετέρους προγόνους ὡς ἐκληψόμενος βίᾳ τοὺς ἐκείνου παῖδας, παρ᾽ ἡμῖν γὰρ ἦσαν καταπεφευγότες, ἔπαθεν ἃ προσῆκεν αὐτόν. τοσούτου γὰρ ἐδέησε κύριος γενέσθαι τῶν ἱκετῶν, ὥστε ἡττηθεὶς μάχῃ καὶ ζωγρηθεὶς ὑπὸ τῶν ἡμετέρων, αὐτὸς ἱκέτης γενόμενος τούτων οὓς ἐξαιτῶν ἦλθε, τὸν βίον ἐτελεύτησεν.