Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[169]
ὅτι κατάγειν βουληθεὶς τὸν Οἰδίπου μὲν υἱὸν αὑτοῦ δὲ κηδεστὴν παμπληθεῖς μὲν Ἀργείων ἀπώλεσεν, ἅπαντας δὲ τοὺς λοχαγοὺς ἐπεῖδε διαφθαρέντας, αὐτὸς δ᾽ ἐπονειδίστως σωθείς, ἐπειδὴ σπονδῶν οὐχ οἷός τ᾽ ἦν τυχεῖν οὐδ᾽ ἀνελέσθαι τοὺς τετελευτηκότας, ἱκέτης γενόμενος τῆς πόλεως, ἔτι Θησέως αὐτὴν διοικοῦντος, ἐδεῖτο μὴ περιιδεῖν τοιούτους ἄνδρας ἀτάφους γενομένους μηδὲ παλαιὸν ἔθος καὶ πάτριον νόμον καταλυόμενον, ᾧ πάντες ἄνθρωποι χρώμενοι διατελοῦσιν οὐχ ὡς ὑπ᾽ ἀνθρωπίνης κειμένῳ φύσεως, ἀλλ᾽ ὡς ὑπὸ δαιμονίας προστεταγμένῳ δυνάμεως;