Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[154]
καὶ τῶν γερόντων αἵρεσιν τῶν ἐπιστατούντων ἅπασι τοῖς πράγμασι μετὰ τοσαύτης σπουδῆς ποιεῖσθαι νομοθετήσαντος, μεθ᾽ ὅσης πέρ φασι καὶ τοὺς ἡμετέρους περὶ τῶν εἰς Ἄρειον πάγον ἀναβήσεσθαι μελλόντων, ἔτι δὲ καὶ τὴν δύναμιν αὐτοῖς περιθέντος τὴν αὐτήν, ἥνπερ ᾔδει καὶ τὴν βουλὴν ἔχουσαν τὴν παρ᾽ ἡμῖν.