Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[150]
εἰ κατασταίην εἰς ἔλεγχον καὶ λόγον, δυνηθείην ἂν ἐπιδεῖξαι πάντας ἀνθρώπους πλείους ἐπιστήμας ἔχοντας διὰ τῆς ἀκοῆς ἢ τῆς ὄψεως, καὶ μείζους πράξεις καὶ καλλίους εἰδότας ἃς παρ᾽ ἑτέρων ἀκηκόασιν ἢ 'κείνας αἷς αὐτοὶ παραγεγενημένοι τυγχάνουσιν. ἀλλὰ γὰρ οὔτ᾽ ἀμελεῖν καλῶς ἔχει τῶν τοιούτων ὑπολήψεων, τυχὸν γὰρ μηδενὸς ἀντειπόντος λυμήναιντ᾽ ἂν τὴν ἀλήθειαν, οὔτ᾽ αὖ πολὺν χρόνον ἀντιλέγοντας διατρίβειν ἐν αὐταῖς, ἀλλ᾽ ὅσον ὑποδείξαντας μόνον τοῖς ἄλλοις ἐξ ὧν ληροῦντας ἂν αὐτοὺς ἐπιδείξαιεν, πάλιν ἐπανελθόντας περαίνειν καὶ λέγειν ὅθεν ἀπέλιπον: ὅπερ ἐγὼ ποιήσω.