Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[145]
περὶ δὲ τοὺς αὐτοὺς χρόνους καθίστασαν ἐπὶ τὰς ἀρχὰς τοὺς προκριθέντας ὑπὸ τῶν φυλετῶν καὶ δημοτῶν, οὐ περιμαχήτους αὐτὰς ποιήσαντες οὐδ᾽ ἐπιθυμίας ἀξίας, ἀλλὰ πολὺ μᾶλλον λειτουργίαις ὁμοίας ταῖς ἐνοχλούσαις μὲν οἷς ἂν προσταχθῶσι, τιμὴν δέ τινα περιτιθείσαις αὐτοῖς: ἔδει γὰρ τοὺς ἄρχειν αἱρεθέντας τῶν τε κτημάτων τῶν ἰδίων ἀμελεῖν, καὶ τῶν λημμάτων τῶν εἰθισμένων δίδοσθαι ταῖς ἀρχαῖς ἀπέχεσθαι μηδὲν ἧττον ἢ τῶν ἱερῶν (ἃ τίς ἂν ἐν τοῖς νῦν καθεστῶσιν ὑπομείνειεν;),