Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[123]
ταῦτα δὲ διῆλθον οὐκ ἐκείνους λοιδορῆσαι βουλόμενος, ἀλλ᾽ ἐπιδεῖξαι παρὰ τοῖς ἡμετέροις οὐ μόνον οὐδὲν τοιοῦτον γεγενημένον: τοῦτο μὲν γὰρ ἂν σημεῖον ἦν οὐκ ἀρετῆς ἀλλ᾽ ὡς οὐχ ὅμοιοι τὰς φύσεις ἦσαν τοῖς ἀνοσιωτάτοις γεγενημένοις: δεῖ δὲ τοὺς ἐπιχειροῦντας καθ᾽ ὑπερβολήν τινας ἐπαινεῖν μὴ τοῦτο μόνον ἐπιδεικνύναι, μὴ πονηροὺς ὄντας αὐτούς, ἀλλ᾽ ὡς ἁπάσαις ταῖς ἀρεταῖς καὶ τῶν τότε καὶ τῶν νῦν διήνεγκαν. ἅπερ ἔχοι τις ἂν καὶ περὶ τῶν προγόνων τῶν ἡμετέρων εἰπεῖν.