Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[109]
τῶν γὰρ ἀποδεχομένων ἁπάσας τὰς Λακεδαιμονίων πράξεις, τοὺς μὲν βελτίστους αὐτῶν ἡγοῦμαι καὶ πλεῖστον νοῦν ἔχοντας τὴν μὲν Σπαρτιατῶν πολιτείαν ἐπαινέσεσθαι καὶ τὴν αὐτὴν γνώμην ἕξειν περὶ αὐτῆς ἥνπερ πρότερον, περὶ δὲ τῶν εἰς τοὺς Ἕλληνας πεπραγμένων ὁμονοήσειν τοῖς ὑπ᾽ ἐμοῦ λεγομένοις,