Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
ἔπειτα τῶν μὲν ἄλλων ὁμολογῶ μηδέν᾽ ἂν δυνηθῆναι διαλλάξαι τὰς πόλεις ταύτας, σοὶ δ᾽ οὐδὲν τῶν τοιούτων ἐστὶ χαλεπόν. ὁρῶ γάρ σε τῶν τοῖς ἄλλοις ἀνελπίστων δοκούντων εἶναι καὶ παραδόξων πολλὰ διαπεπραγμένον, ὥστ᾽ οὐδὲν ἄτοπον εἰ καὶ ταῦτα μόνος συστῆσαι δυνηθείης. χρὴ δὲ τοὺς μέγα φρονοῦντας καὶ τοὺς διαφέροντας μὴ τοῖς τοιούτοις ἐπιχειρεῖν ἃ καὶ τῶν τυχόντων ἄν τις καταπράξειεν, ἀλλ᾽ ἐκείνοις οἷς μηδεὶς ἂν ἄλλος ἐπιχειρήσειε πλὴν τῶν ὁμοίαν σοὶ καὶ τὴν φύσιν καὶ τὴν δύναμιν ἐχόντων.