Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
ἃ μὲν οὖν ἐβουλόμην σοι προειρῆσθαι, ταῦτ᾽ ἐστίν. περὶ δ᾽ αὐτῶν τῶν πραγμάτων ἤδη ποιήσομαι τοὺς λόγους.φημὶ γὰρ χρῆναί σε τῶν μὲν ἰδίων μηδενὸς ἀμελῆσαι, πειραθῆναι δὲ διαλλάξαι τήν τε πόλιν τὴν Ἀργείων καὶ τὴν Λακεδαιμονίων καὶ τὴν Θηβαίων καὶ τὴν ἡμετέραν. ἢν γὰρ ταύτας συστῆσαι δυνηθῇς, οὐ χαλεπῶς καὶ τὰς ἄλλας ὁμονοεῖν ποιήσεις: